ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17
Revelation 17 Stephanus TR
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων μοι, Δεῦρο δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν 2μεθ' ἡς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν 3καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον γέμον ὀνομάτων βλασφημίας ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα 4καὶ ἡ γυνὴ ἡ περιβεβλημένη πορφύρᾳ καὶ κόκκινῳ, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις ἔχουσα χρυσοῦν ποτήριον ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ ἀκάθαρτητος πορνείας αὐτῆς 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς 6καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα 7καὶ εἶπέν μοι ὁ ἄγγελος Διὰτί ἐθαύμασας ἐγὼ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα 8θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου βλεπόντες τὸ θηρίον ὃ τι ἦν καὶ οὐκ ἔστιν καὶπερ ἔστιν

9ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσίν ἑπτὰ ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν 10καὶ βασιλεῖς ἑπτά εἰσιν οἱ πέντε ἔπεσαν καὶ ὁ εἷς ἔστιν ὁ ἄλλος οὔπω ἦλθεν καὶ, ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι 11καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει 12καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλ' ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου 13οὗτοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν ἑαυτῶν τῷ θηρίῳ διαδιδώσουσιν 14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν καὶ τὸ ἀρνίον νικήσει αὐτούς ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί

15Καὶ λέγει μοι Τὰ ὕδατα ἃ εἶδες οὗ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι 16καὶ τὰ δέκα κέρατα ἃ εἶδες ἐπὶ τὸ θηρίον οὗτοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί 17ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθῇ τὰ ῥήματά τοῦ θεοῦ 18καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Revelation 16
Top of Page
Top of Page